Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.347 Joseph. AJ 5.352 (English) >>Joseph. AJ 5.357

5.350καὶ θεόςἐπεί, φησί, παρατυγχάνεις, μάνθανε συμφορὰν Ἰσραηλίταις ἐσομένην λόγου μείζονα καὶ πίστεως τοῖς παρατυγχάνουσι, καὶ τοὺς Ἠλὶ δὲ παῖδας ἡμέρᾳ μιᾷ τεθνηξομένους καὶ τὴν ἱερωσύνην μετελευσομένην εἰς τὴν Ἐλεαζάρου οἰκίαν· Ἠλὶς γὰρ τῆς ἐμῆς θεραπείας μᾶλλον τοὺς υἱοὺς καὶ παρὰ 5.351τὸ συμφέρον αὐτοῖς ἠγάπησε.” ταῦτα βιασάμενος ὅρκοις εἰπεῖν αὐτῷ τὸν προφήτην Ἠλίς, οὐ γὰρ ἐβούλετο λυπεῖν αὐτὸν λέγων, ἔτι μᾶλλον βεβαιοτέραν εἶχε τὴν προσδοκίαν τῆς τῶν τέκνων ἀπωλείας. Σαμουήλου δὲ ηὔξετο ἐπὶ πλέον δόξα πάντων ὧν προεφήτευσεν ἀληθινῶν βλεπομένων. 5.352

Κατὰ τοῦτον δὴ τὸν καιρὸν καὶ Παλαιστῖνοι στρατεύσαντες ἐπὶ τοὺς Ἰσραηλίτας στρατοπεδεύονται κατὰ πόλιν Ἀμφεκᾶν, δεξαμένων δʼ ἐξ ὀλίγου τῶν Ἰσραηλιτῶν συνῄεσαν εἰς τὴν ἐχομένην καὶ νικῶσιν οἱ Παλαιστῖνοι καὶ κτείνουσι μὲν τῶν Ἑβραίων εἰς τετρακισχιλίους, τὸ δὲ λοιπὸν πλῆθος συνδιώκουσιν εἰς τὸ στρατόπεδον. 5.353

Δείσαντες δὲ περὶ τῶν ὅλων Ἑβραῖοι πέμπουσιν ὡς τὴν γερουσίαν καὶ τὸν ἀρχιερέα τὴν κιβωτὸν τοῦ θεοῦ κελεύοντες κομίζειν, ἵνα παρούσης αὐτῆς παρατασσόμενοι κρατῶσι τῶν πολεμίων ἀγνοοῦντες, ὅτι μείζων ἐστὶν καταψηφισάμενος αὐτῶν τὴν συμφορὰν τῆς κιβωτοῦ, διʼ ὃν καὶ ταύτην συνέβαινεν εἶναι. 5.354παρῆν τε οὖν κιβωτὸς καὶ οἱ τοῦ ἀρχιερέως υἱεῖς τοῦ πατρὸς αὐτοῖς ἐπιστείλαντος, εἰ ληφθείσης τῆς κιβωτοῦ ζῆν ἐθέλουσιν, εἰς ὄψιν αὐτῷ μὴ παραγίνεσθαι. Φινεέσης δὲ ἤδη καὶ ἱερᾶτο τοῦ πατρὸς αὐτῷ παρακεχωρηκότος διὰ τὸ γῆρας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.347 Joseph. AJ 5.352 (English) >>Joseph. AJ 5.357

Powered by PhiloLogic